Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.183 Dem. 23.186 (English) >>Dem. 23.189

23.185οἱ μὲν τοίνυν ἄλλοι πάντες, ὅσοι τι παρʼ ὑμῶν εὕρηνται πώποτε, ἐφʼ οἷς εὖ πεποιήκασιν ὑμᾶς τετίμηνται, οὗτος δʼ εἷς ἁπάντων τῶν ἄλλων μόνος ἐφʼ οἷς ἐγχειρῶν οὐ δεδύνηται κακῶς ποιῆσαι. καίτοι τῷ τοιούτῳ τὸ δίκης, ἣν ἔδωκε δικαίως ἄν, ἀφεῖσθαι, μεγάλη δωρειὰ παρʼ ὑμῶν ἦν. ἀλλʼ οὐ ταῦτα δοκεῖ τοῖς ῥήτορσιν, ἀλλὰ πολίτης, εὐεργέτης, στέφανοι, δωρειαί, διʼ τούτοις ἰδίᾳ δίδωσιν· οἱ δʼ ἄλλοι πεφενακισμένοι κάθησθε, τὰ πράγματα θαυμάζοντες. 23.186τὸ τελευταῖον δὲ νυνὶ κἂν φύλακας κατέστησαν ὑμᾶς ἐκείνου διὰ τοῦ προβουλεύματος τούτου, εἰ μὴ τὴν γραφὴν ἐποιησάμεθʼ ἡμεῖς ταυτηνί, καὶ τὸ τοῦ μισθοφόρου καὶ θεραπεύοντος ἐκεῖνον ἔργον πόλις ἂν διεπράττετο, ἐφρούρει Χαρίδημον. καλόν γʼ, οὐ γάρ; Ζεῦ καὶ θεοί, ὃς αὐτός ποτε τοὺς ὑμετέρους ἐχθροὺς μισθὸν λαμβάνων ἐδορυφόρει, τοῦτον ὑφʼ ὑμετέρου ψηφίσματος φανῆναι φυλαττόμενον.

23.187ἴσως τοίνυν ἐκεῖνʼ ἄν τίς μʼ ἔροιτο, τί δήποτε ταῦτʼ εἰδὼς οὕτως ἀκριβῶς ἐγὼ καὶ παρηκολουθηκὼς ἐνίοις τῶν ἀδικημάτων εἴασα, καὶ οὔθʼ ὅτʼ αὐτὸν ἐποιεῖσθε πολίτην οὐδὲν ἀντεῖπον, οὔθʼ ὅτʼ ἐπῃνεῖτε, οὔθʼ ὅλως πρότερον, πρὶν τὸ ψήφισμα τουτὶ γενέσθαι, λόγον οὐδένʼ ἐποιησάμην. ἐγὼ δʼ, ἄνδρες Ἀθηναῖοι, πρὸς ὑμᾶς ἅπασαν ἐρῶ τὴν ἀλήθειαν. καὶ γὰρ ὡς ἀνάξιος ἦν ᾔδειν, καὶ παρῆν ὅτε τούτων ἠξιοῦτο, καὶ οὐκ ἀντεῖπον· ὁμολογῶ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 23.183 Dem. 23.186 (English) >>Dem. 23.189

Powered by PhiloLogic